1.

Περὶ θεῶν.
[9.13] Ὁ περὶ θεῶν λόγος πάνυ ἀναγκαιότατος εἶναι δοκεῖ τοῖς δογματικῶς φιλοσοφοῦσιν. ἐντεῦθεν (Cfr.
SVF fr. II 36 Arn. (ed).
) τὴν φιλοσοφίαν φασὶν ἐπιτήδευσιν εἶναι σοφίας, τὴν δὲ σοφίαν ἐπιστήμην θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. ὅθεν ἐὰν παραστήσωμεν ἡμεῖς ἠπορημένην τὴν περὶ θεῶν ζήτησιν, δυνάμει ἐσόμεθα κατεσκευακότες τὸ μήτε τὴν σοφίαν ἐπιστήμην εἶναι θείων καὶ ἀνθρωπίνων πραγμάτων μήτε τὴν φιλοσοφίαν ἐπιτήδευσιν σοφίας.