1.

[9.23] Τοιοῦτος μὲν καὶ ὁ Ἀριστοτέλης˙ ἄλλοι δέ εἰσιν οἱ φάσκοντες, ὅτι ὁ νοῦς ὀξὺς ὢν καὶ εὐκίνητος ἐν τῷ ἐπιβάλλειν τῇ αὑτοῦ φύσει ἦλθε καὶ εἰς ἔμφασιν τοῦ παντὸς καὶ ὑπενόησέ τινα ὑπερβαλλόντως δύναμιν νοητικήν, καὶ ἀναλογοῦσαν μὲν αὑτῷ, θείαν δὲ τὴν φύσιν.