1.

[9.29] Τὰ μὲν οὖν λεγόμενα παρὰ τοῖς δογματικοῖς φιλοσόφοις περὶ τῆς τῶν θεῶν ἐννοίας ἐστὶ τοιαῦτα, οὐκ οἰόμεθα δὲ αὐτὰ χρείαν ἔχειν ἀντιρρήσεως˙ τὸ γὰρ πολύτροπον τῆς ἀποφάσεως τὴν ἀγνωσίαν τοῦ παντὸς ἀληθοῦς ἐπισφραγίζεται, πολλῶν μὲν δυναμένων εἶναι τρόπων τῆς τοῦ θεοῦ νοήσεως, τοῦ δὲ ἐν αὐτοῖς ἀληθοῦς μὴ καταλαμβανομένου. ὅμως δὲ κἂν ἐπὶ τὰς κατὰ μέρος ὑπομνήσεις χωρῶμεν, οὐδὲν εὑρεθήσεται τῶν εἰρημένων βέβαιον.