1.

[9.30] αὐτίκα γὰρ οἱ μὲν νομοθέτας τινὰς οἰόμενοι καὶ συνετοὺς ἀνθρώπους ἐμπεποιηκέναι τοῖς ἄλλοις τὴν περὶ θεῶν δόξαν οὐ πάνυ τι φαίνονται τῷ ζητουμένῳ προσβάλλειν. ἐζητεῖτο γὰρ ἀπὸ τίνος ἀρχῆς ὁρμηθέντες ἄνθρωποι ἦλθον ἐπὶ τὸ θεοὺς νομίζειν˙