1.

[9.31] οἱ δὲ διαμφοδοῦντές φασιν, ὅτι νομοθέται τινὲς ἐνεποίησαν τοῖς ἀνθρώποις τὴν περὶ θεῶν δόξαν, μὴ εἰδότες, ὅτι τὸ ἀρχῆθεν ἄπορον αὐτοὺς περιμένει, ζητήσαντος ἄν τινος, πόθεν δὲ οἱ νομοθέται, μηδενὸς πρότερον παραδόντος αὐτοῖς θεούς, ἦλθον εἰς ἐπίνοιαν θεῶν;