1.

[9.32] εἶτα πάντες μὲν ἄνθρωποι τούτων ἔχουσιν ἔννοιαν, οὐχ ὡσαύτως δέ, ἀλλὰ Πέρσαι μέν, εἰ οὕτω τύχοι, τὸ πῦρ θεοφοροῦσιν, Αἰγύπτιοι δὲ τὸ ὕδωρ, ἄλλοι δὲ ἄλλο τι τῶν τοιούτων. ἀπίθανόν τε ἦν πάντας ἀνθρώπους ὑπὸ τῶν νομοθετῶν εἰς τὸ αὐτὸ συναχθέντας ἀκοῦσαί τι περὶ θεῶν˙ ἀνεπίμικτα γὰρ ἦν τὰ τῶν ἀνθρώπων φῦλα καὶ ἄγνωστά γε, κατὰ τὴν ναυτιλίαν δὲ τὴν Ἀργὼ πρωτόπλουν τι σκάφος διὰ τῆς ἱστορίας παρειλήφαμεν.