1.

[9.33] ναί, ἀλλ' ἴσως τις πρὸ τούτων πάντων φήσει, ὅτι οἱ παρ' ἑκάστοις νομοθέται καὶ ἡγεμόνες ἀνέπλασαν τὴν τοιαύτην νόησιν, καὶ διὰ τοῦτο ἄλλοι ἄλλους θεοὺς ὑπάρχειν ὑπέλαβον. ὅπερ ἐστὶν εὔηθες˙ κοινὴν γὰρ πάλιν πρόληψιν ἔχουσι πάντες ἄνθρωποι περὶ θεοῦ, καθ' ἣν μακάριόν τί ἐστι ζῷον καὶ ἄφθαρτον καὶ τέλειον ἐν εὐδαιμονίᾳ καὶ παντὸς κακοῦ ἀνεπίδεκτον, τελέως δέ ἐστιν ἄλογον τὸ κατὰ τύχην πάντας τοῖς αὐτοῖς ἐπιβάλλειν ἰδιώμασιν, ἀλλὰ μὴ φυσικῶς οὕτως ἐκκινεῖσθαι. οὐ τοίνυν θέσει οὐδὲ κατά τινα νομοθεσίαν παρεδέξαντο οἱ παλαιοὶ τῶν ἀνθρώπων εἶναι θεούς.