1.

[9.34] Οἱ δὲ λέγοντες τοὺς πρώτους τῶν ἀνθρώπων ἡγεμονεύσαντας καὶ διοικητὰς τῶν κοινῶν πραγμάτων γενομένους, πλείονα δύναμιν αὑτοῖς περιθέντας καὶ τιμὴν πρὸς τὸ ὑπακούειν τὰ πλήθη, τούτους χρόνῳ τελευτήσαντας θεοὺς ὑποληφθῆναι, πάλιν οὐ συνιᾶσι τὸ ζητούμενον. αὐτοὶ γὰρ οἱ εἰς θεοὺς ἀνάγοντες αὑτοὺς πῶς ἔννοιαν ἔλαβον θεῶν εἰς ἣν αὑτοὺς ἐνέταξαν; τοῦτο γὰρ δεόμενον ἀποδείξεως παρεῖται.