1.

[9.35] ἄλλως τε καὶ ἀπίθανόν ἐστι τὸ ἀξιούμενον. τὰ γὰρ ὑπὸ τῶν ἡγεμόνων γινόμενα, καὶ μάλιστά γε τὰ ψευδῆ, ζῶσι μόνον συμπαραμένει τοῖς ἡγουμένοις, τελευτησάντων δὲ ἀναιρεῖται, καὶ πάρεστι πολλοὺς ἐπελθεῖν τοὺς παρὰ μὲν τὸν τῆς ζωῆς χρόνον ἐκθειασθέντας, μετὰ δὲ τὴν τελευτὴν καταφρονηθέντας, εἰ μή τινας προσηγορίας θεῶν ὑποστέλλοιεν, ὥσπερ ὁ Ἡρακλῆς ὁ ἐξ Ἀλκμήνης καὶ Διός.