1.

[9.36] ἦν μὲν γὰρ ἐξ ἀρχῆς, ὥς φασιν, Ἀλκαῖος τοὔνομα, ὑπέδραμε δὲ τὴν Ἡρακλέους προσηγορίαν νομιζομένου παρὰ τοῖς τότε θεοῦ. ὅθεν καὶ ἐν ταῖς Θήβαις λόγος ἔχει πάλαι ποτὲ ἀνδριάντα ἴδιον Ἡρακλέους εὑρῆσθαι ἐπιγραφὴν ἔχοντα ‘Ἀλκαῖος Ἀμφιτρύωνος Ἡρακλεῖ χαριστήριον’.