1.

[9.39] Καὶ μὴν οἱ λέγοντες, ὅτι πάντα τὰ τὸν βίον ὠφελοῦντα ὑπενόησαν οἱ παλαιοὶ τῶν ἀνθρώπων θεοὺς ὑπάρχειν, ὡς ἥλιον καὶ σελήνην ποταμούς τε καὶ λίμνας καὶ τὰ ὅμοια, σὺν τῷ ἀπιθάνου προΐστασθαι δόξης ἔτι καὶ τὴν ἀνωτάτω εὐήθειαν καταψηφίζονται τῶν ἀρχαίων. οὐ γὰρ οὕτως εἰκὸς ἐκείνους ἄφρονας εἶναι, ὥστε τὰ ὀφθαλμοφανῶς φθειρόμενα ὑπολαβεῖν εἶναι θεοὺς ἢ τοῖς πρὸς αὐτῶν κατεσθιομένοις καὶ διαλυομένοις (Cfr. § 18) θείαν προσμαρτυρεῖν δύναμιν.