1.

[9.40] τινὰ μὲν γὰρ λόγου ἴσως ἔχεται, καθάπερ τὸ τὴν γῆν θεὸν νομίζειν, οὐ τὴν αὐλακοτομουμένην ἢ ἀνασκαπτομένην οὐσίαν, ἀλλὰ τὴν διήκουσαν ἐν αὐτῇ δύναμιν καὶ καρποφόρον φύσιν καὶ ὄντως δαιμονιωτάτην (Cfr.
SVF fr. II 1097 Arn. (ed).
) . τὸ δὲ λίμνας καὶ ποταμούς, καὶ εἴ τινα ἄλλα συνωφελεῖν ἡμᾶς πέφυκεν, ἡγεῖσθαι θεοὺς οὐδεμίαν ὑπερβολὴν ἐμβροντησίας ἀπολέλοιπεν.