1.

[9.41] οὕτω γὰρ ἐχρῆν καὶ τοὺς ἀνθρώπους καὶ μάλιστα τοὺς φιλοσοφοῦντας ἡγεῖσθαι θεούς (συνωφελοῦσι γὰρ ἡμῶν τὸν βίον), τῶν τε ἀλόγων ζῴων τὰ πολλά (συνεργοπονεῖ γὰρ ἡμῖν), τά τε κατ' οἰκίας [ζῷα] σκεύη τε καὶ πᾶν εἴ τι τούτων ἐστὶ ταπεινότερον. ἀλλὰ ταῦτά γε σφόδρα ἐστὶ γελοῖα˙ τοίνυν οὐδὲ τὴν ἐκκειμένην δόξαν ῥητέον ὑγιῆ τυγχάνειν.