1.

[9.42] Ὁ δὲ Δημόκριτος (Cfr. § 19) τὸ ἧττον ἄπορον διὰ τοῦ μείζονος ἀπόρου διδάσκων ἄπιστός ἐστιν. εἰς μὲν γὰρ τὸ πῶς νόησιν θεῶν ἔσχον ἄνθρωποι πολλὰς καὶ ποικίλας ἡ φύσις δίδωσιν ἀφορμάς˙ τὸ δὲ εἴδωλα εἶναι ἐν τῷ περιέχοντι ὑπερφυῆ καὶ ἀνθρωποειδεῖς ἔχοντα μορφὰς καὶ καθόλου τοιαῦτα ὁποῖα βούλεται αὑτῷ ἀναπλάττειν Δημόκριτος, παντελῶς ἐστι δυσπαράδεκτον.