1.

[9.43] Τὰ δὲ αὐτὰ καὶ πρὸς τὸν Ἐπίκουρον (Cfr. § 25) ἔνεστι λέγειν, οἰόμενον, ὅτι κατὰ τὰς ἐνυπνιδίους φαντασίας τῶν ἀνθρωπομόρφων εἰδώλων ἐνοήθησαν θεοί˙ τί γὰρ μᾶλλον ἀπὸ τούτων νόησις ἐγίγνετο θεῶν ἢ ὑπερφυῶν ἀνθρώπων;