1.

[9.44] καὶ καθόλου καὶ πρὸς πάσας τὰς ἐκκειμένας δόξας ἐνέσται λέγειν, ὅτι οὐ κατὰ ψιλὸν μέγεθος ἀνθρωποειδοῦς ζῴου νόησιν θεοῦ λαμβάνουσιν ἄνθρωποι, ἀλλὰ σὺν τῷ μακάριον εἶναι καὶ ἄφθαρτον καὶ πλείστην δύναμιν ἐν τῷ κόσμῳ προφερόμενον. ἅπερ οὐ διδάσκουσιν, ἀπὸ τίνος ἀρχῆς ἢ πῶς ἐπενοήθη παρὰ τοῖς πρῶτον ἔννοιαν σπάσασι θεοῦ, οἱ τὰς ἐνυπνιδίους αἰτιώμενοι φαντασίας καὶ τὴν τῶν οὐρανίων εὐταξίαν.