1.

[9.45] Οἱ δὲ καὶ πρὸς τοῦτό φασιν, ὅτι ἡ μὲν ἀρχὴ τῆς νοήσεως τοῦ εἶναι θεὸν γέγονεν ἀπὸ τῶν κατὰ τοὺς ὕπνους (Cfr. §21) ἰνδαλλομένων ἢ ἀπὸ τῶν κατὰ τὸν κόσμον θεωρουμένων, τὸ δὲ ἀίδιον εἶναι τὸν θεὸν καὶ ἄφθαρτον καὶ τέλειον ἐν εὐδαιμονίᾳ παρῆλθε κατὰ τὴν ἀπὸ τῶν ἀνθρώπων μετάβασιν. ὡς γὰρ τὸν κοινὸν ἄνθρωπον αὐξήσαντες τῇ φαντασίᾳ νόησιν ἔσχομεν Κύκλωπος, ὃς οὐκ ἐῴκει (
Hom. Od. IX 191sq.
)
‘ἀνδρί γε σιτοφάγῳ, ἀλλὰ ῥίῳ ὑλήεντι
ὑψηλῶν ὀρέων, ὅτε φαίνεται οἶον ἀπ' ἄλλων,’
(Cfr. § 395; M III 42, XI 251) οὕτως ἄνθρωπον εὐδαίμονα νοήσαντες καὶ μακάριον καὶ συμπεπληρωμένον πᾶσι τοῖς ἀγαθοῖς, εἶτα ταῦτα ἐπιτείναντες τὸν ἐν αὐτοῖς ἐκείνοις ἄκρον ἐνοήσαμεν θεόν.