1.

[9.47] οἱ δὴ τοιαῦτα λέγοντες πιθανῆς μὲν προΐστανται δόξης, ἠρέμα δὲ εἰς τὸν δι' ἀλλήλων ἐμπίπτουσι τρόπον, ὅς ἐστιν ἀπορώτατος. ἵνα γὰρ πρῶτον εὐδαίμονα νοήσωμεν ἄνθρωπον καὶ ἀπὸ τούτου κατὰ μετάβασιν τὸν θεόν, ὀφείλομεν νοῆσαι τί ποτέ ἐστιν εὐδαιμονία, ἧς κατὰ μετοχὴν νοεῖται ὁ εὐδαίμων. ἀλλ' ἦν γε εὐδαιμονία κατ' αὐτοὺς δαιμονία τις καὶ θεία φύσις, καὶ εὐδαίμων ἐκαλεῖτο ὁ εὖ τὸν δαίμονα διακείμενον ἔχων. ὥσθ' ἵνα μὲν λάβωμεν τὴν περὶ ἄνθρωπον εὐδαιμονίαν, πρότερον ἔχειν ὀφείλομεν νόησιν θεοῦ καὶ δαίμονος, ἵνα δὲ τὸν θεὸν νοήσωμεν, πρότερον ἔχειν ὀφείλομεν ἔννοιαν εὐδαίμονος ἀνθρώπου. τοίνυν ἑκάτερον περιμένον τὴν ἐκ θατέρου νόησιν ἀνεπινόητον γίνεται ἡμῖν.