1.

εἰ εἰσὶ θεοί
[9.49] (§ 49 Cfr. PH III 2) Ἐπεὶ οὐ πᾶν τὸ ἐπινοούμενον καὶ ὑπάρξεως μετείληφεν, ἀλλὰ δύναταί τι ἐπινοεῖσθαι μέν, μὴ ὑπάρχειν δέ, καθάπερ Ἱπποκένταυρος καὶ Σκύλλα, δεήσει μετὰ τὴν περὶ τῆς ἐπινοίας τῶν θεῶν ζήτησιν καὶ περὶ τῆς ὑπάρξεως τούτων σκέπτεσθαι. τάχα γὰρ ἀσφαλέστερος παρὰ τοὺς ὡς ἑτέρως φιλοσοφοῦντας εὑρεθήσεται ὁ σκεπτικός, κατὰ μὲν τὰ πάτρια ἔθη καὶ τοὺς νόμους λέγων εἶναι θεοὺς καὶ πᾶν τὸ εἰς τὴν τούτων θρῃσκείαν καὶ εὐσέβειαν συντεῖνον ποιῶν, τὸ δ' ὅσον ἐπὶ τῇ φιλοσόφῳ ζητήσει μηδὲν προπετευόμενος.