1.

[9.53] Διαγόρας δὲ ὁ Μήλιος, διθυραμβοποιός, ὥς φασι, τὸ πρῶτον γενόμενος ὡς εἴ τις καὶ ἄλλος δεισιδαίμων˙ ὅς γε καὶ τῆς ποιήσεως ἑαυτοῦ κατήρξατο τὸν τρόπον τοῦτον˙ ‘κατὰ δαίμονα καὶ τύχην πάντα τελεῖται’˙ ἀδικηθεὶς δὲ ὑπό τινος ἐπιορκήσαντος καὶ μηδὲν ἕνεκα τούτου παθόντος μεθηρμόσατο εἰς τὸ λέγειν μὴ εἶναι θεόν.