1.

[9.56] ὁ δὲ Πρωταγόρας ῥητῶς που γράψας (80 A 12; 80 B 4 Diels-Kranz)˙ ‘περὶ δὲ θεῶν οὔτε εἰ εἰσὶν οὔθ' ὁποῖοί τινές εἰσι δύναμαι λέγειν˙ πολλὰ γάρ ἐστι τὰ κωλύοντά με’. παρ' ἣν αἰτίαν θάνατον αὐτοῦ καταψηφισαμένων τῶν Ἀθηναίων διαφυγὼν καὶ κατὰ θάλατταν πταίσας ἀπέθανεν (Cfr. 80 A 1-3).