1.

[9.57] μέμνηται δὲ ταύτης τῆς ἱστορίας καὶ Τίμων ὁ Φλιάσιος (Fr. 5 Diels = Supplem. Hellenist., fr. 779) ἐν τῷ δευτέρῳ τῶν
Σίλλων
ταῦτα διεξερχόμενος,
‘† ἔσητε † καὶ μετέπειτα σοφιστῶν
οὔτ' ἀλιγυγλώσσῳ οὔτ' ἀσκόπῳ οὔτ' ἀκυλίστῳ
Πρωταγόρῃ˙ ἔθελον δὲ τέφρην συγγράμματα θεῖναι,
ὅττι θεοὺς κατέγραψ' οὔτ' εἰδέναι οὔτε δύνασθαι
ὁπποῖοί τινές εἰσι καὶ οἵ τινες ἀθρήσασθαι,
πᾶσαν ἔχων φυλακὴν ἐπιεικείης. τὰ μὲν οὔ οἱ
χραίσμησ', ἀλλὰ φυγῆς ἐπεμαίετο, ὄφρα μὴ οὕτως
Σωκρατικὸν πίνων ψυχρὸν πότον Ἀίδα δύῃ.’