1.

[9.61] ἀλλ' ἀπὸ μὲν τῆς κοινῆς ἐννοίας λέγοντες, ὡς ἅπαντες ἄνθρωποι σχεδὸν Ἕλληνές τε καὶ βάρβαροι νομίζουσιν εἶναι τὸ θεῖον (Cfr. M VIII 187), καὶ διὰ τοῦτο συμφώνως μὲν θύουσί τε καὶ εὔχονται καὶ τεμένη θεῶν ἀνιστῶσιν, ἄλλοι δὲ ἄλλως ταῦτα ποιοῦσιν, ὡς ἂν κατὰ μὲν τὸ κοινὸν πεπιστευκότες τὸ εἶναί τι θεῖον, μὴ τὴν αὐτὴν δὲ ἔχοντες περὶ τῆς φύσεως αὐτοῦ πρόληψιν. εἰ δέ γε ψευδὴς ὑπῆρχεν ἡ τοιαύτη πρόληψις, οὐκ ἂν οὕτω πάντες συνεφώνουν˙ εἰσὶν ἄρα θεοί.