1.

[9.62] καὶ γὰρ ἄλλως αἱ ψευδεῖς δόξαι καὶ πρόσκαιροι φάσεις οὐκ ἐπὶ πλεῖον παρεκτείνουσιν, ἀλλὰ συντελευτῶσιν ἐκείνοις ὧν χάριν ἐφυλάττοντο. οἷον τιμῶσι βασιλεῖς ἄνθρωποι θυσίαις τε καὶ ταῖς ἄλλαις θρῃσκείαις, αἷς ὡς θεοὺς 〈αὐτοὺς〉 προστρέπονται˙ ἀλλὰ ταῦτα μέχρις ἐκείνων αὐτῶν διατηροῦσιν, τελευτησάντων δὲ ὡς ἄθεσμά τινα καὶ ἀσεβῆ παραλείπουσιν. ἡ δέ γε τῶν θεῶν ἔννοια καὶ ἐξ αἰῶνος ἦν καὶ εἰς αἰῶνα διαμένει, ἐξ αὐτῶν, ὡς εἰκός, τῶν γινομένων μαρτυρουμένη.