1.

[9.63] οὐ μὴν ἀλλὰ καὶ εἰ τὴν ἰδιωτικὴν ὑπόνοιαν δεῖ παραλείπειν, τοῖς δὲ συνετοῖς καὶ μεγαλοφυεστάτοις τῶν ἀνδρῶν πείθεσθαι, πάρεστι τὴν ποιητικὴν ὁρᾶν μηδὲν μέγα μηδὲ λαμπρὸν ἐκφέρουσαν ἐν ᾧ μὴ θεός ἐστιν ὁ τὴν ἐξουσίαν καὶ τὸ κράτος τῶν γινομένων πραγμάτων ἐνημμένος, ὥσπερ καὶ τῷ ποιητῇ Ὁμήρῳ κατὰ τὸν ἀναγραφέντα τῶν Ἑλλήνων καὶ βαρβάρων πόλεμον.