1.

[9.64] πάρεστι δὲ καὶ τὴν τῶν φυσικῶν πληθὺν ἰδεῖν σύμφωνον τῇ ποιητικῇ˙ καὶ γὰρ Πυθαγόρας καὶ Ἐμπεδοκλῆς καὶ οἱ ἀπὸ τῆς Ἰωνίας Σωκράτης τε καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ οἱ ἀπὸ τῆς Στοᾶς, τάχα δὲ οἱ ἀπὸ τῶν κήπων, ὡς αἱ ῥηταὶ τοῦ Ἐπικούρου λέξεις μαρτυροῦσι, θεὸν ἀπολείπουσιν.