1.

[9.65] ὥσπερ οὖν εἰ περί τινος τῶν ὑπὸ τὴν ὅρασιν πιπτόντων ἐζητοῦμεν, εὐλόγως ἂν τοῖς ὀξυωπεστάτοις ἐπιστεύομεν, καὶ εἰ περί τινος τῶν ἀκουστῶν, τοῖς ὀξυηκουστάτοις, οὕτω σκεπτόμενοι περί τινος τῶν λόγῳ θεωρουμένων οὐκ ἄλλοις τισὶ πιστεύειν ὀφείλομεν ἢ τοῖς τὸν νοῦν καὶ τὸν λόγον ὀξυωποῦσιν, ὁποῖοί τινες ἦσαν οἱ φιλόσοφοι.