1.

[9.66] Ἀλλ' εἰώθασιν ἀνθυποφέροντες πρὸς τοῦτο λέγειν οἱ ἐξ ἐναντίας, ὅτι καὶ περὶ τῶν ἐν Ἅιδου μυθευομένων κοινὴν ἔννοιαν ἔχουσιν ἅπαντες ἄνθρωποι καὶ συμφώνους ἔχουσι τοὺς ποιητάς, καὶ μᾶλλόν γε περὶ τούτων ἢ περὶ τῶν θεῶν, ἀλλ' οὐκ ἂν εἴποιμεν ταῖς ἀληθείαις ὑπάρχειν τὰ καθ' Ἅιδου μυθευόμενα,