1.

[9.67] μὴ συνιέντες πρῶτον μέν, ὅτι οὐ μόνον τὰ καθ' Ἅιδου πλαττόμενα, ἀλλὰ καὶ κοινῶς πάντα μῦθον μάχην περιεσχηκέναι συμβέβηκε καὶ ἀδύνατον εἶναι, οἷον ἦν (
Hom. Od. XI 576-580

‘καὶ Τιτυὸν εἶδον, Γαίης ἐρικυδέος υἱόν,
κείμενον ἐν δαπέδῳ˙ ὁ δ' ἐπ' ἐννέα κεῖτο πέλεθρα,
γῦπε δέ μιν ἑκάτερθε παρημένω ἧπαρ ἔκειρον,
δέρτρον ἔσω δύνοντες˙ ὁ δ' οὐκ ἀπαμύνετο χερσίν˙
Λητὼ γὰρ ᾔσχυνε Διὸς κυδρὴν παράκοιτιν. ’