1.

[9.71] ἀλλὰ γὰρ ὁ μὲν μῦθος οὕτως ἐν αὑτῷ τὸν ἔλεγχον περιεῖχεν, ἡ (Cfr.
SVF fr. II 812, 1105 (ed).
) δὲ περὶ θεῶν ὑπόληψις οὐ τοιαύτη τις ἐστίν, οὐδὲ μάχην ὑπέβαλλεν, ἀλλὰ σύμφωνος τοῖς γινομένοις ἐφαίνετο. καὶ γὰρ οὐδὲ τὰς ψυχὰς ἔνεστιν ὑπονοῆσαι κάτω φερομένας˙ λεπτομερεῖς γὰρ οὖσαι καὶ οὐχ ἧττον πυρώδεις ἢ πνευματώδεις εἰς τοὺς ἄνω μᾶλλον τόπους κουφοφοροῦσιν.