1.

[9.74] εἰ οὖν διαμένουσιν αἱ ψυχαί, δαίμοσιν αἱ αὐταὶ γίνονται˙ εἰ δὲ δαίμονές εἰσι, ῥητέον καὶ θεοὺς ὑπάρχειν, μηδὲν αὐτῶν τὴν ὕπαρξιν βλαπτούσης τῆς περὶ τῶν ἐν Ἅιδου μυθευομένων προλήψεως.
Ὁ μὲν οὖν ἀπὸ τῆς κοινῆς καὶ συμφώνου οἰήσεως τοῦ θεοῦ λόγος ἐστὶ τοιοῦτος˙