1.

[9.76] τοῦτο δὲ οὐκ ἄλλο τι πιθανόν ἐστιν εἶναι ἢ δύναμίν τινα δι' αὐτῆς πεφοιτηκυῖαν, καθάπερ ἡμῖν ψυχὴ πεφοίτηκεν. αὕτη οὖν ἡ δύναμις ἤτοι αὐτοκίνητός ἐστιν ἢ ὑπὸ ἄλλης κινεῖται δυνάμεως. καὶ εἰ μὲν ὑφ' ἑτέρας κινεῖται, τὴν ἑτέραν ἀδύνατον ἔσται κινεῖσθαι μὴ ὑπ' ἄλλης κινουμένην, ὅπερ ἄτοπον. ἔστι τις ἄρα καθ' ἑαυτὴν αὐτοκίνητος δύναμις, ἥτις ἂν εἴη θεία καὶ ἀίδιος. ἢ γὰρ ἐξ αἰῶνος κινήσεται ἢ ἀπό τινος χρόνου. ἀλλ' ἀπό τινος χρόνου μὲν οὐ κινήσεται˙ οὐ γὰρ ἔσται τις αἰτία τοῦ ἀπό τινος αὐτὴν χρόνου κινεῖσθαι. ἀίδιος τοίνυν ἐστὶν ἡ κινοῦσα τὴν ὕλην δύναμις καὶ τεταγμένως αὐτὴν εἰς γενέσεις καὶ μεταβολὰς ἄγουσα. ὥστε θεὸς ἂν εἴη αὕτη.