1.

[9.78] (§78 Cfr. M VII 102) τῶν τε σωμάτων τὰ μέν ἐστιν ἡνωμένα (Cfr.
SVF fr. II 1013 (ed).
; M VII 102), τὰ δὲ ἐκ συναπτομένων, τὰ δὲ ἐκ διεστώτων. ἡνωμένα μὲν οὖν ἐστι τὰ ὑπὸ μιᾶς ἕξεως κρατούμενα (Cfr. §§ 81sqq.) καθάπερ φυτὰ καὶ ζῷα, ἐκ συναπτομένων δὲ τὰ ἔκ τε παρακειμένων καὶ πρὸς ἕν τι κεφάλαιον νευόντων συνεστῶτα ὡς ἁλύσεις καὶ πυργίσκοι καὶ νῆες, ἐκ διεστώτων δὲ τὰ ἐκ διεζευγμένων καὶ κεχωρισμένων καὶ καθ' αὑτὰ ὑποκειμένων συγκείμενα ὡς στρατιαὶ καὶ ποῖμναι καὶ χοροί.