1.

[9.86] εἴπερ (Cfr.
SVF fr. II 1014 Arn. (ed).
) τε ἐν γῇ καὶ θαλάσσῃ πολλῆς οὔσης παχυμερείας ποικίλα συνίσταται ζῷα ψυχικῆς τε καὶ αἰσθητικῆς μετέχοντα δυνάμεως, πολλῷ πιθανώτερόν ἐστιν ἐν τῷ ἀέρι, πολὺ τὸ καθαρὸν καὶ εἰλικρινὲς ἔχοντι παρὰ τὴν γῆν καὶ τὸ ὕδωρ, ἔμψυχά τινα καὶ νοερὰ συνίστασθαι ζῷα. καὶ τούτῳ συμφωνεῖ τὸ τοὺς Διοσκούρους ἀγαθούς τινας εἶναι δαίμονας, σωτῆρας εὐσέλμων νεῶν, καὶ τὸ (
Hesiod. Op. 252
)
‘τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἀθάνατοι Ζηνὸς φύλακες μερόπων ἀνθρώπων. ’