1.

[9.88] Ὁ δὲ Κλεάνθης (Cfr.
SVF fr. I 529 Arn. (ed).
) οὕτως συνηρώτα˙ εἰ φύσις φύσεώς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη φύσις˙ εἰ ψυχὴ ψυχῆς ἐστι κρείττων, εἴη ἄν τις ἀρίστη ψυχή˙ καὶ εἰ ζῷον τοίνυν κρεῖττόν ἐστι ζῴου, εἴη ἄν τι κράτιστον ζῷον˙ οὐ γὰρ εἰς ἄπειρον ἐκπίπτειν πέφυκε τὰ τοιαῦτα. ὡσπεροῦν οὐδὲ ἡ φύσις ἐπ' ἄπειρον ἐδύνατο αὔξεσθαι κατὰ τὸ κρεῖττον, οὔθ' ἡ ψυχὴ οὔτε τὸ ζῷον.