1.

[9.89] ἀλλὰ μὴν ζῷον ζῴου κρεῖττόν ἐστιν, ὡς ἵππος χελώνης, εἰ τύχοι, καὶ ταῦρος ἵππου καὶ λέων ταύρου. πάντων δὲ σχεδὸν τῶν ἐπιγείων ζῴων καὶ σωματικῇ καὶ ψυχικῇ διαθέσει προέχει τε καὶ κρατιστεύει ὁ ἄνθρωπος˙ τοίνυν κράτιστον ἂν εἴη ζῷον καὶ ἄριστον.