1.

[9.92] Ἀλλ' ὁ μὲν Κλεάνθης ἐστὶ τοιοῦτος˙ ἠρώτησε δὲ καὶ Ξενοφῶν ὁ Σωκρατικὸς (
Mem. I 4,2
) λόγον εἰς τὸ εἶναι θεούς, Σωκράτει περιθεὶς τὴν ἀπόδειξιν πρὸς τὸν Ἀριστόδημον ζητοῦντι, δι' ὧν κατὰ λέξιν φησίν˙ ‘εἰπέ μοι, ὦ Ἀριστόδημε, εἰσὶν οὕς τινας ἐπὶ σοφίᾳ τεθαύμακας; ἔγωγε, ἔφη. τίνες οὖν εἰσιν οὗτοι; ἐπὶ μὲν οὖν ποιητικῇ ἔγωγε Ὅμηρον τεθαύμακα, ἐπὶ δὲ ἀνδριαντοποιίᾳ Πολύκλειτον, ζωγραφίας γε μὴν χάριν Ζεῦξιν.’