1.

[9.93] τούτους οὖν ἀποδέχῃ οὐ διὰ τὸ τὰ ὑπ' αὐτῶν κατεσκευασμένα περισσῶς δεδημιουργῆσθαι; ἔγωγε, ἔφη. εἰ οὖν ὁ Πολυκλείτου ἀνδριὰς καὶ ἐμψυχίαν προσλάβῃ, οὐ πολὺ μᾶλλον ἀποδέξῃ τὸν τεχνίτην; καὶ μάλα. ἆρ' οὖν ἀνδριάντα μὲν ὁρῶν ἔφης ὑπό τινος τεχνίτου δεδημιουργῆσθαι, ἄνθρωπον δὲ ὁρῶν κατά τε ψυχὴν εὖ κινούμενον καὶ κατὰ τὸ σῶμα εὖ κεκοσμημένον οὐκ οἴει ὑπό τινος νοῦ περιττοῦ δεδημιουργῆσθαι;