1.

[9.94] ‘εἶτα δὲ ὁρῶν θέσιν τε καὶ χρῆσιν μερῶν, πρῶτον μὲν ὅτι διανέστησε τὸν ἄνθρωπον, ὄμματά γε μὴν ἔδωκεν ὥστε ὁρᾶν τὰ ὁρατά, ἀκοὴν δὲ ὥστε ἀκούειν τὰ ἀκουστά. ὀσμῆς γε μὴν τί ἂν ἦν ὄφελος, εἰ μὴ ῥῖνας προσέθηκεν, χυμῶν τε μὴν ὁμοίως, εἰ μὴ γλῶσσα ἡ τούτων ἐπιγνώμων ἐνειργάσθη; καὶ ταῦτα’ φησὶν (
Mem. I 4,8
) ‘εἰδώς, ὅτι γῆς τε μέρος μικρὸν ἔχεις ἐν τῷ σώματι πολλῆς οὔσης, ὑγροῦ τε μὴν βραχὺ πολλοῦ ὄντος, πυρὸς ἀέρος τε ὁμοίως˙ νοῦν δὲ ἄρα μόνον οὐδαμοῦ ὄντα εὐτυχῶς πόθεν δοκεῖς συναρπάσαι;