1.

[9.95] Τοιοῦτος μὲν οὖν ὁ τοῦ Ξενοφῶντός ἐστι λόγος, δύναμίν γε ἐπαγωγικὴν ἔχων καὶ τοιαύτην˙ ῾῾γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις˙ καὶ νοῦ ἄρα πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις. νοερὸς ἄρα ὁ κόσμος ἐστίν, καὶ διὰ τοῦτο θεός.᾽᾽