1.

[9.96] παραβάλλουσι δέ τινες τῷ λόγῳ τὰ λήμματα μεταποιοῦντες αὐτοῦ, καί φασι˙ ῾῾γῆς πολλῆς οὔσης ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις˙ ἀλλὰ καὶ ὑγροῦ πολλοῦ ὄντος ἐν τῷ κόσμῳ μικρὸν μέρος ἔχεις, καὶ ἤδη ἀέρος καὶ πυρός˙ καὶ πολλῆς ἄρα χολῆς οὔσης ἐν τῷ κόσμῳ μικρόν τι μέρος ἔχεις, καὶ φλέγματος καὶ αἵματος.᾽᾽ ἀκολουθήσει καὶ χολοποιὸν καὶ αἵματος γεννητικὸν εἶναι τὸν κόσμον˙