1.

[9.97] ὅπερ ἐστὶν ἄτοπον. οἱ δὲ ἀπολογούμενοί φασιν ἀνόμοιον εἶναι τὴν παραβολὴν τῷ Ξενοφῶντος λόγῳ. ἐκεῖνος μὲν γὰρ ἐπὶ τῶν ἁπλῶν καὶ πρώτων σωμάτων ποιεῖται τὴν ζήτησιν, ὥσπερ γῆς καὶ ὕδατος ἀέρος τε καὶ πυρός, οἱ δὲ τῇ παραβολῇ χρώμενοι μετεπήδησαν ὡς ἐπὶ τὰ συγκρίματα˙ χολὴ γὰρ καὶ αἷμα καὶ πᾶν τὸ ἐν τοῖς σώμασιν ὑγρὸν οὐκ ἔστι πρῶτον καὶ ἁπλοῦν, ἀλλ' ἐκ τῶν πρώτων καὶ στοιχειωδῶν σωμάτων συγκείμενον.