1.

[9.98] Ἔνεστι δὲ καὶ οὕτως τὸν αὐτὸν συνερωτᾶν λόγον˙ ῾῾εἰ μὴ ἦν τι γεῶδες ἐν κόσμῳ, οὐδὲ ἐν σοί τι ἂν ἦν γεῶδες, καὶ εἰ μὴ ἦν τι ὑγρὸν ἐν κόσμῳ, οὐδ' ἂν ἐν σοὶ ἦν τι ὑγρόν, καὶ ὁμοίως ἐπὶ ἀέρος καὶ πυρός. τοίνυν καὶ εἰ μὴ ἦν τις ἐν κόσμῳ νοῦς, οὐδ' ἂν ἐν σοί τις ἦν νοῦς˙ ἔστι δέ γε ἐν σοί τις νοῦς˙ ἔστιν ἄρα καὶ ἐν κόσμῳ. καὶ διὰ τοῦτο νοερός ἐστιν ὁ κόσμος. νοερὸς δὲ ὢν καὶ θεὸς καθέστηκεν.᾽᾽