1.

[9.99] (§§ 99-100 Cfr. § 197) τῆς δὲ αὐτῆς δυνάμεώς ἐστι καὶ ὁ τοῦτον τὸν τρόπον ἔχων λόγος˙ ῾῾ἆρά γε ἄγαλμα εὖ δεδημιουργημένον θεασάμενος διστάσειας ἄν, εἰ τεχνίτης νοῦς τοῦτο ἐποίησεν; ἢ οὕτως ἂν ἀπόσχοις τοῦ ὑπονοεῖν τι τοιοῦτον, ὡς καὶ θαυμάζειν τὴν περιττότητα τῆς δημιουργίας καὶ τὴν τέχνην;