1.

[9.100] ἆρ' οὖν ἐπὶ μὲν τούτων τὸν ἔξω θεωρῶν τύπον προσμαρτυρεῖς τῷ κατεσκευακότι καὶ φῂς εἶναί τινα τὸν δημιουργόν˙ τὸν δὲ ἐν σοὶ ὁρῶν νοῦν, τοσαύτῃ ποικιλίᾳ διαφέροντα παντὸς ἀγάλματος καὶ πάσης γραφῆς, γενητὸν ὄντα νομίζεις ἀπὸ τύχης γεγονέναι, οὐχὶ δὲ ὑπό τινος δημιουργοῦ δύναμιν καὶ σύνεσιν ὑπερβάλλουσαν ἔχοντος; ὅσπερ οὐκ ἂν ἄλλοθί που διατρίβοι ἢ ἐν τῷ κόσμῳ, διοικῶν αὐτὸν καὶ τὰ ἐν αὐτῷ γεννῶν τε καὶ αὔξων. οὗτος δέ ἐστι θεός˙ εἰσὶν ἄρα θεοί.᾽᾽