1.

[9.103] καὶ διὰ τοῦτο, εἰ προΐεται λογικοῦ ζῴου σπέρμα ὁ κόσμος, οὐχ ὡς ὁ ἄνθρωπος κατὰ ἀποβρασμόν, ἀλλὰ καθὸ περιέχει σπέρματα λογικῶν ζῴων, περιέχει τὸ πᾶν, οὐχ ὡς ἂν εἴποιμεν τὴν ἄμπελον γιγάρτων εἶναι περιεκτικήν, τουτέστι κατὰ περιγραφήν, ἀλλ' ὅτι λόγοι σπερματικοὶ λογικῶν ζῴων ἐν αὐτῷ περιέχονται. ὥστε εἶναι τοιοῦτο τὸ λεγόμενον˙ ῾῾ὁ δέ γε κόσμος περιέχει σπερματικοὺς λόγους λογικῶν ζῴων˙ λογικὸς ἄρα ἐστὶν ὁ κόσμος᾽᾽.