1.

[9.104] Καὶ πάλιν ὁ Ζήνων (Cfr.
SVF fr. I 111 Arn. (ed).
) φησίν˙ ‘[εἰ] τὸ λογικὸν τοῦ μὴ λογικοῦ κρεῖττόν ἐστιν˙ οὐδὲν δέ γε κόσμου κρεῖττόν ἐστιν˙ λογικὸν ἄρα ὁ κόσμος. καὶ ὡσαύτως ἐπὶ τοῦ νοεροῦ καὶ ἐμψυχίας μετέχοντος. τὸ γὰρ νοερὸν τοῦ μὴ νοεροῦ καὶ 〈τὸ〉 ἔμψυχον τοῦ μὴ ἐμψύχου κρεῖττόν ἐστιν˙ οὐδὲν δέ γε κόσμου κρεῖττον˙ νοερὸς ἄρα καὶ ἔμψυχός ἐστιν ὁ κόσμος.