1.

[9.105] Κεῖται δὲ καὶ παρὰ τῷ Πλάτωνι (
Plato Tim. p. 29 D-E
) τῇ δυνάμει τοιοῦτος λόγος, κατὰ λέξιν αὐτοῦ γράφοντος˙ ‘λέγωμεν δὴ δι' ἣν αἰτίαν γένεσιν καὶ πᾶν τόδε ὁ συνιστὰς συνέστησεν. ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδὲ εἷς περὶ οὐδενὸς ἐγγίνεται φθόνος. τούτου δὴ ἐκτὸς ὢν πάντα ὅσα μάλιστα ἐβουλήθη γίγνεσθαι παραπλήσια ἑαυτῷ. ταύτην δὲ γενέσεως καὶ κόσμου μάλιστα ἄν τις ἀρχὴν κυριωτάτην παρὰ ἀνδρῶν φρονίμων ἀποδεχόμενος ὀρθότατα ἀποδέχοιτο ἄν.