1.

[9.110] οὐ γὰρ ἐν τῷ καθάπαξ τὸ ποιητικὸν τοῦ μὴ ποιητικοῦ καὶ τὸ γραμματικὸν τοῦ μὴ γραμματικοῦ κρεῖττον. ὥστε μεγάλην ἐν τοῖς λόγοις θεωρεῖσθαι διαφοράν˙ ἰδοὺ γὰρ Ἀρχίλοχος ποιητικὸς ὢν οὐκ ἔστι Σωκράτους τοῦ μὴ ποιητικοῦ κρείττων, καὶ Ἀρίσταρχος γραμματικὸς ὢν οὐκ ἔστι Πλάτωνος τοῦ μὴ γραμματικοῦ κρείττων.