1.

[9.111] Πρὸς τούτοις καὶ ἀπὸ τῆς τοῦ κόσμου κινήσεως ἐπιχειροῦσι κατασκευάζειν τὴν τῶν θεῶν ὕπαρξιν οἵ τε ἀπὸ τῆς Στοᾶς (Cfr.
SVF fr. II 1016 Arn. (ed).
) καὶ οἱ τούτοις συμπνέοντες. ὅτι γὰρ κινεῖται ὁ κόσμος, πᾶς ἄν τις ὁμολογήσειεν ὑπὸ πολλῶν εἰς τοῦτο ἐναγόμενος. ἤτοι οὖν ὑπὸ φύσεως κινεῖται ἢ ὑπὸ προαιρέσεως ἢ ὑπὸ δίνης καὶ κατ' ἀνάγκην (Cfr. 68 A 1, 69, 83 Diels-Kranz).